Ιερά Ακολουθία της Αγίας μάρτυρος Υπομονής


02.06.2014

ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ

ΤΗΣ ΑΓΙΑΣ  ΜΑΡΤΥΡΟΣ  ΥΠΟΜΟΝΗΣ

(Ἐκ  χφ.κωδ. 1104, τῆς Ι.Μ.Μ. Βατοπαιδίου)

Κατὰ τὸ πλεῖστον συμπληρωθεῖσα ὑπὸ τοῦ

Γέροντος Ἰωσὴφ τοῦ Βατοπαιδινοῦ

ΙΕΡΑ  ΜΕΓΙΣΤΗ  ΜΟΝΗ  ΒΑΤΟΠΑΙΔΙΟΥ

Iera Akolouthia Agias Ypomonis (pdf)

AgiaYpomoni02

 

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ϛ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

 

Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου.

 

Ὑπερβαλλόντως κοσμήσασα, πράξει τὴν κλῆσιν σεμνή, φερωνύμως ὑπέμεινας, σοῦ τὸν μόνον Κύριον, Ὑπομονὴ ἀήττητε, ἐντεῦθεν εὗρες προπορευόμενον, ἐπαγγελίας πρὸς γῆν τὴν ἄϋλον, στύλον πολύφωτον, τοιαύτης θείας ἔνδοξε, ὑπομονῆς καὶ αὐτοῦ ταῖς χάρισιν, τὴν ψυχὴν ἐφαίδρυνας.

 

Παρθενικοῖς σου τοῖς αἵμασι, ψυχὴν καὶ σῶμα καὶ νοῦν, πορφυρώσασα ἔνδοξε, στέφος τὸ ὑπέρλαμπρον, Θεοῦ χειρὶ ἀπείληφας, καμίνου φλόγα δρόσῳ κατέσβεσας, πυρὶ ἐνύλῳ ἀθέους ὤλεσας, θήρας ἀπήλασας, φῶς ἐξ ὕψους ἔβλεψας καὶ ἀστραπάς, τὸν τοῦ σκότους ἄρχοντα, πρὸς βυθὸν κατηκόντησας.

 

Ὑπομονὴ παμμακάριστε, τὰς οὐρανίους μονάς, ἐπαξίως ἀπείληφας, σὺν μαρτύρων τάγμασι, καὶ παρθένων ὁμοίων σοι, τοὺς ἐκτελοῦντας πόθῳ τὴν μνήμην σου, καὶ καρτερίᾳ ἐπιζητοῦντας σοι, δίδου πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Χριστοῦ, χάρισαι καὶ λύτρωσιν, τῶν ἐνοχλούντων δεινῶν.

 

Ὄντως φρικτά σου τὰ ἔπαθλα, σὺ γὰρ ἐν ξύλῳ σεμνή, κρεμμαμένη ἀνύψωσας, πρὸς Θεὸν διάνοιαν, καὶ τυράννους ἠδάφησας, ξεσμοῖς σαρκῶν σου, Χριστὸς ὡς εὔροιζος, θαυμάτων αἴγλην ἐν κόσμῳ ἤστραψας, φῶς ἔγνως ἄνωθεν, καταυγάζων φρένας σου, καὶ ἐν αὐτῷ, τὸν φαιδρὸν νυμφίον σου, καθορῶσα ἀνέμελπες.

Δόξα. Ἦχος πλ. β΄.

 

Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ Μάρτυς καὶ ἀθληφόρος Ὑπομονή, περιβεβλημένη τῶν γενναίων ἄθλων της τὰ γέρα ἅπερ ἐκτήσατο τῇ καρτερίᾳ τῶν βασάνων, ποικίλως δοκιμασθεῖσα, πυρὶ καὶ βασάνοις ἀνηκέστοις, τὸν δράκοντα κατέβαλε, καὶ Χριστῷ προσενεχθεῖσα ὡς ζῶσα προσφορά, τὸν λογισμόν σου, τοῖς οὐρανίοις κάλλεσι προσηλώσασα, κατέπαυσας ἤδη πρὸς τὰ ποθούμενα· πᾶσι τοῖς πιστοῖς γέγονας καρτερίας τύπος καὶ ὑπομονῆς, πρεσβεύων ἀπαύστως ὑπέρ τῶν τιμώντων τοὺς θείους ἀγῶνας σου.

 

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

 

Τὶς μὴ μακαρίσει σε Παναγία Παρθένε, τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεός ὑπάρχων, καὶ φύσει γενόμενος, ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

 

Ἦχος α΄.

 

Τὰ λαμπρὰ σου καὶ θεῖα ἄθλα, Ὑπομονὴ μάρτυς πανένδοξε, πᾶσαν τὴν Ἐκκλησίαν κατηγλάϊσας· Ἄγγελοι καὶ ἄνθρωποι ηὐφράνθησαν, ἐπὶ τῇ φιλοθέῳ σου μαρτυρίᾳ, καὶ ὁ ἀθλοθέτης Χριστὸς ἐδέξατο τὴν μακαρίαν σου ψυχήν, καὶ τῆς θείας δόξης τῷ στεφάνῳ κατέστεψε· τῇ φερωνύμῳ δὲ σου ἀρετῇ, ἐγένου τοῖς πιστοῖς παρηγορίᾳ καὶ τῇ μαρτυρικῇ σου παῤῥησίᾳ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.

 

Ὁ αὐτός.

 

Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ πυρπολουμένῃ, καρτερίας ἐπώνυμε, τοῦ πυρὸς τὴν καῦσιν καὶ τῶν λοιπῶν βασάνων, εἰς οὐδὲν ἐλογίσω, ὑψοῦσα τὸν νοῦν σου, τοῖς ὑπερκοσμίοις κάλλεσι, ἔσπευδες τούτων ἐπιτυχεῖν καὶ τῶν ἐνταῦθα ἀλγεινῶν κατεφρόνησας· τῷ οὐρανίῳ νυμφίῳ συναφθεῖσα, τοῦ προσκαίρου παρίδες τὸ μάταιον· διὸ καὶ ὁ στεφοδότης Χριστὸς δεξάμενος τὸ παρθενικὸν καὶ καθαρώτατον πνεῦμα σου ἐν σκηναῖς αἰωνίοις εἰσωκίσατο, ἔνθα νῦν παρισταμένη Ὑπομονὴ καρτερόψυχε μέμνησο καὶ ἡμῶν τῶν εὐφημούντων σε.

 

Δόξα. Ἦχος β΄.

 

Πνευματικὴν χορείαν συγκαλέσωμεν, τὰ πλήθη τῶν πιστευόντων, ἐπὶ τῇ μνήμῃ τῆς ἀθληφόρου Ὑπομονῆς. Αὕτη ἀῤῥενώσασα τὴν φύσιν, δι’ ὑπομονῆς πᾶσαν βίαν, τῶν μαρτυρικῶν βασάνων κατέβαλε, καὶ τῇ φιλοθέῳ διαθέσει τὴν πρὸς Θεὸν ἀγάπην ἐπλήρωσε· ὑπὲρ Χριστοῦ τὰ ἴδια μέλη, εἰς θάνατον παρέδωσε καὶ τὸν μαρτυρικὸν στέφανον ἀξίως ἀπείληφε, ταῖς ἄνω μοναῖς ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα, πρέσβευε καλλιπάρθενε ὑπὲρ τῶν τιμώντων τὰ ἱερά σου μνημόσυνα.

 

Καὶ νῦν.

 

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

 

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

 

Χαίροις πανένδοξε Μάρτυς, ὑπομονῆς ὁ κανών, τοὺς ἄθλους σου τιμῶμεν, δι’ ὦν ἔτρεψας πάσας, ἐχθροῦ τὰς πανουργίας, σθένει Χριστοῦ, καὶ χοροῖς κατηξίωσαι, τῶν ἀθληφόρων πρεσβεύουσα ἐκτενῶς, σωτηρίαν τοῖς τιμῶσι σε.

 

Τῆς ἀθληφόρου τὴν μνήμην, νῦν ἑορτάσωμεν, αὕτη γὰρ ὄντως πάσας, ἀρετῶν τὰς ἰδέας, εἰργάσατο προφρόνως σθένει Χριστοῦ, καὶ ἐπ’ ἐσχάτων ἠρίστευσε, διὰ πυρὸς καὶ βασάνων πολυειδῶν, τὸ μαρτύριον πληρώσασα.

 

Τοὺς σπαραγμοὺς τῆς σαρκός σου, Κόρη ὑπήνεγκας, τῆς ἄνω βασιλείας, θελγομένη τῷ πόθῳ, καὶ τὴν μετὰ ἀγγέλων διαγωγήν, καὶ τῆς δόξης τὸν Κύριον, πρὸς ὅν ἰκέτευε καὶ ἡμᾶς, κατατάξαι τοὺς ὑμνοῦντάς σε.

 

Δόξα. Ἦχος πλ. δ΄.

 

Τὴν κοσμικὴν ματαιότητα ἀποκρουσαμένη, τῷ σῷ νυμφίῳ Χριστῷ κατηκολούθησας, Ὑπομονὴ Μάρτυς πανάριστε· ἔρωτι θείῳ σαγηνευθεῖσα, τὸν ἐπίκηρον ἀπέῤῥιψας, καὶ τὸν πρόσκαιρον μνηστήρα ἀπέφυγες· βασάνοις πρὸς τοῦτο παραδοθεῖσα ποικίλοις, ἀνδρείως ὑπήνεγκας, τὴν πυρὰν καὶ τοὺς ξεσμοὺς, μηδόλως δειλιάσασα, ὑπομονῆς κανὼν τοῖς πιστοῖς γέγονας πανεύφημε, διὸ πρέβευε τῷ Κυρίῳ, Μάρτυς ἀξιάγαστε ὑπὲρ τῶν τιμώντων τὴν πανίερον μνήμην σου.

 

Καὶ νῦν.

 

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακήσεις δέχου Πανάμωμε· ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις, τὸ τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.

 

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 

Μαρτύρων ἀγλάϊσμα Ὑπομονὴ θαυμαστὴ, τὸ στέφος ἀπείληφας τῆς μαρτυρίας καλῶς, ἀθλήσασα πάντιμε· ἔλυσας τοῦ βελίαρ πανουργεύματα πάντα, ὕψωσας τὸν Σωτῆρα τοῖς γενναίοις σου πόνοις, καὶ νῦν πρέσβευε τῷ Κυρίῳ ὑπέρ τῶν τιμώντων σε.

 

Θεοτοκίον.

 

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.

 

Ἦχος δ. Ταχὺ προκατάλαβε.

 

Δοχεῖον γεγένησαι τοῦ θείου Πνεύματος, καὶ νύμφη πανάμωμος τοῦ Παντοκράτορος, Χριστῷ ἁρμοσθεῖσα φαιδρῶς, ηὔφρανας τῶν ἀγγέλων, ὑπερκόσμιον τάξιν, ἤθροισας τοὺς ἀνθρώπους, πρὸς τὴν θείαν σου μνήμην, διὸ πανηγυρίζομεν, ταύτην ἐν ᾄσμασιν.

 

Θεοτοκίον.

 

Χριστὸν ἐσωμάτωσας, τὸν ἐπὶ πάντων Θεὸν, τὸν κόσμον ῥυόμενον, ἐκ τῆς ἀρχαίας ἀρᾶς, Παρθένε πανύμνητε· ὅθεν ῥῦσαι με Κόρη, ἐκ παθῶν ἀκαθάρτων, διδοῦσα τῇ ψυχῇ μου τὸν σωτήριον φόβον, ἵνα τὰς τοῦ βελίαρ, ἐφόδους ἐκκρούσομαι.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.

 

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

 

Ὡς μύρον ἐκλεκτόν, καὶ εὐῶδες Κυρίῳ, προσήχθης τῷ Χριστῷ, διὰ τοῦ μαρτυρίου, τῷ κάλλει τῆς ἀθλήσεως σεαυτὴν ὡραΐσασα· ὅθεν σήμερον, τὴν ἱερὰν σου τιμῶντες μνήμην πάνσεμνε, Χριστὸν δυσώπει σωθῆναι, ἡμᾶς τοὺς τιμῶντάς σε.

 

Θεοτοκίον.

 

Ἐλπὶς χριστιανῶν, Παναγία Παρθένε, ὅν ἔτεκες Θεὸν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ ἀεὶ σὲ δοξάζουσιν.

 

Κανὼν τῆς Ἁγίας φέρων ἀκροστιχίδα

 

«Τοὺς σοὺς ἀγῶνας Ὑπομονὴ θαυμάσω» ΘΦΑ.

 

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ τῷ διαγαγόντι.

 

Τράνωσον μου τὴν γλῶσσαν, καὶ τὸν νοῦν μου αὔγασον πρεσβείαις σου, τοῦ ἀξίως σε φράσαι, τοὺς ἀγῶνας καὶ τὰ κατορθώματα.

 

λη πεποικιλμένη, καὶ κεκοσμημένη παναοίδιμε, τῷ νυμφίῳ σου Λόγῳ, παρεστῶσα ψυχῆς καθαρότητι.

 

Ὑπὲρ δόξαν χρυσίου, ὑπὲρ ὄλβον γήϊνον ἐπόθησας, τὸν οὐράνιον πλοῦτον, ἀθλοφόρε Κυρίου πανεύφημε.

 

Θεοτοκίον.

 

Σάρκα ἐκ τῆς Παρθένου, εἴληφεν ὡς ἄνθρωπος ὁ Κύριος, τῇ θεότητι μείνας, ἀσυγχύτως Πατρὶ καὶ τῷ Πνεύματι.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

 

Σαρκὸς τὴν ἀσθένειαν, εἰς ἀῤῥενότητα ἐνδοξε μεταβαλοῦσα, ὅθεν τοὺς ἀσάρκους, ἐταπείνωσας δαίμονας.

 

Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὴν ἀκρόπολιν ἔστησας, Ὑπομονὴ τοῦ σὲ δεδωκότος, τὴν ἰσχὺν ἐν ταῖς μάστιξιν.

 

Ὕμνοις τῷ Δεσπότῃ σου, ἐπὶ τοῦ κύματος ἔμελπες Ὑπομονή, τῶν παρανομούντων, καὶ τούτους ἐμυκτήρισας.

 

Θεοτοκίον.

 

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως Ἀνύμφευτε.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

 

Τὸ αἷμα σου σεμνή, ὡς ὁσμὴ εὐωδίας, προσέφερες Χριστῷ, τῷ νυμφίῳ σου Κόρη, ἀντάμειψιν δὲ εἴληφας, ἰαμάτων χαρίσματα, ἀναβλύζουσα, τοῖς προσιοῦσιν ἐν πίστει, παύειν τὰς ἡμῶν, Ὑπομονὴ περιστάσεις, δυνάμει τοῦ Πνεύματος.

Θεοτοκίον.

 

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτιρον αὐτὴν, ὑπὸ πλήθους πταισμάτων, εἰς βυθὸν ὀλισθαίνουσαν, ἀπωλείας πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

 

Ἀκηλίδωτον ἔσοπτρον, ὤφθης ἀθλοφόρε τοῦ Παντοκράτορος, καθορῶσα θεῖον κάλλος αὐτοῦ, καὶ φανταζομένη τῆς ἐλλάμψεως.

 

Γραφικῶς Μάρτυς ἤνοισας, τῆς ὑπομονῆς, τὸ ἔνδοξον στάδιον, ἀθλοφόρε καρτερόψυχε, καὶ τοῦ σοῦ ὀνόματος τὴν εὐγένειαν.

 

Ὡραιώθης πανεύφημε, ταῖς μαρμαρυγαῖς τῆς θείας ἐλλάμψεως, ὡς ὁπλίτις θείας πίστεως, ὡς τῆς ἀληθείας φῶς γενόμενον.

 

Θεοτοκίον.

 

Νεκρωθεῖσαν ἀνέστησας, πᾶσαν τῶν ἀνθρώπων φύσιν πανάμωμε, ὡς τεκοῦσα τὸν Θεὸν ἡμῶν, ζωοδότην μόνον καὶ φιλάνθρωπον.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

 

Ἀθλοφορικὸν ἐκτελέσας τὸ ἀγώνισμα, ἀθλοφόρε παναοίδιμε, βασάνων πόνοις καὶ τῶν ἀλγεινῶν ὑπέφερες.

 

Σάρκα τοῖς δεινοῖς, καὶ τὰ μέλη παραδέδωκας, τῆς ψυχῆς σου τὴν εὐγένειαν, διατηροῦσα ἀμόλυντον καὶ ἀκράδαντον.

 

Θεοτοκίον.

 

Ὑπὸ τῶν ἐμῶν, ἐγλκημάτων βυθιζόμενος, καὶ τοῖς κύμασιν ποντούμενον, τῆς ἁμαρτίας, πρὸς ζωὴν ἔλκυσον Πάναγνε

 

ᾨδὴ ϛ΄. Ἰλάσθητί μοι Σωτήρ.

 

Πατρίδα καταλιποῦσα, τὴν πρόσκαιρον καὶ ἐπίγειον, τὴν ἄνω περιχαρῶς, μητρόπολιν ἔφθασας, τὴν θείαν καὶ ἄϋλον, τῶν ἑορταζόντων μετὰ ἤχου καρτερόψυχε.

 

Ὁ ζῆλος ὁ τοῦ Θεοῦ, κατέφαγέ σε πανένδοξε, μὴ καρτεροῦσα σεμνὴ, ὁρῶσα ἐχθρῶν ἀθέων, τὴν σαθρὰν ἀσθένειαν, ταύτην δειγματίζεις, ἐν τοῖς πόνοις καὶ ἐν θαύμασιν.

 

Θεοτοκίον.

 

Μαρία τὸ καθαρὸν, τῆς χάριτος ἐνδιαίτημα, τῶν πάντων δημιουργόν, δυσώπει καὶ Κύριον, τὰ πάθη τὰ ἄτοπα, τῆς ἐμῆς καρδίας, θεραπεῦσαι Παναμώμητε.

 

Κοντάκιον.

 

Ἦχος α΄. Χορὸς ἀγγελικός.

 

Ὡς ἄστρον ἀπλανές, τοῦ ἡλίου τῆς δόξης, ἀνέτειλας σεμνὴ τοῖς τιμίοις σου ἄθλοις, τὸν τύραννον ἤσχυνας, τῇ γενναίᾳ ἐνστάσει σου, χάριν ἄνωθεν, παρὰ Κυρίου ἀθλοῦσα, καὶ στεφάνῳ σε, ὁ ζωοδότης βραβεύει, ἀξίως τῶν πόνων σου

 

Ἕτερον.

 

Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

 

Τῇ ὑπερμάχῳ καὶ ὀξείᾳ ἀντιλήψει σου, ἡ τοῦ Χριστοῦ τῇ συμμαχίᾳ σου κρατύνονται, καὶ ἀθλοῦσι Χριστοῦ δυνάμει· ἀλλ’ ὡς οὖσα τῇ ἀθλήσει σου στερέωμα, τῇ πρεσβείᾳ σου γενοῦ ἡμῶν ἀντίληψις, ἵνα τύχωμεν σωτηρίας οἱ τιμῶντες σε.

 

Ὁ Οἶκος.

 

Τράνωσόν μου τὴν γλῶσσαν καὶ τὸν νοῦν μου φωτὶ σου, ζωοδότα Σωτήρ, τοῦ ὑμνῆσαι ἀξίως τὴν λαμπράν σου ἀμνάδα, ὑπὲρ γὰρ τῆς σῆς μαρτυρίας παρέδωκεν ἑαυτὴν τοῖς βασάνοις, τῶν ἰδίων μελῶν μὴ φεισθεῖσα, τὴν πρὸς σὲ ἀγάπην εἰς τέλος ἀπέδειξε· καὶ ἡμεῖς ἐπὶ τούτοις τοὺς τιμίους αὐτοῖς ἄθλους τιμῶντες βοῶμεν πρὸς αὐτὴν γηθοσύνως· χαίροις πολύαθλε Παρθενομάρτυς Κυρίου, τῆς καρτερίας κανὼν ἀνδρικώτατε, Ὑπομονὴ παναοίδιμε, τοῖς οὐρανίοις χωροβατοῦσα καὶ σὺν ἁγίοις κατατρυφῶσα, ἀξίως τῶν πόνων σου, ἀλλὰ πρέσβευε ὅπως τύχωμεν σωτηρίας οἱ τιμῶντες σε.

 

Χαῖρε κόρη ἡλιόμορφε τῶν μαρτύρων καλλονή,

Χαῖρε σέμνωμα τῆς πίστεως καρτερίας ἐμμονή,

Χαῖρε ὅτι τῇ ἀθλήσει σου τοὺς πιστοὺς οἰκοδομεῖς,

Χαῖρε ὅτι τῇ ἐνστάσει σου τοὺς ἐχθροὺς ποδοπατεῖς,

Χαῖρε κλέος τε καὶ καύχημα τῆς πατρίδος καὶ φυλῆς,

Χαῖρε ὅτι τῇ ἀνδρείᾳ σου πρὸς ἀγῶνας συγκαλεῖς,

Χαῖρε κόρη καρτερώνυμε καὶ ἐλπὶς τῶν ἀθλητῶν,

Χαῖρε ἔμβλημα σεβάσμιων μοναστῶν καὶ ἀσκητῶν,

Χαῖρε ἄρωμα τῆς πίστεως εὐωδία τοῦ Χριστοῦ.

Χαῖρε ὕψωμα καὶ καύχημα τοῦ ἀεὶ ἀγωνιστοῦ,

Χαῖρε στήριγμα καὶ ἔρεισμα τῶν ἀθλούντων προφανῶς,

Χαῖρε ὅτι τῇ ἀθλήσει σου χαίρει γῆ καὶ οὐρανός,

Χαῖρε ὅτι τεύξωνται σωτηρίας οἱ τιμῶντες σε.

 

Συναξάριον.

Τῇ ε΄ τοῦ αὐτοῦ μηνὸς (Ἀπριλίου) μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Ὑπομονῆς.

Στιχ.  Ὑπομονῇ στήριγμα πιστοῖς μέγα

Κεκαυμένη πρόσεισι νύμφη Κυρίου.

Ταῖς αὐτῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

 

Ὁ λαμπρός σου νυμφίος, ἀμαράντους στεφάνους σεμνὴ χαρίζεται, τῇ θείᾳ κορυφή σου, ὡς τούτου τὰς συνθήκας, Ὑπομονὴ τηρήσασα, καὶ τὸν φθαρτὸν μνηστήρα, σχέσει καταλειποῦσα.

 

Νεανίας τοὺς πάλαι, μιμουμένη θεόφρον, Παρθενομάρτυς Χριστοῦ, ὥσπερ φλόγα τὴν πλάνην, κατέκαυσας τοῖς ῥείθροις, τῶν ἐνθέων αἱμάτων σου κράζουσα ἐν παῤῥησίᾳ· Χριστὲ εὐλογητὸς εἶ.

 

Ἡ Τριὰς ἡ ἁγία, τὴν πανάμωμον νύμφην, γέρας χαρίζεται, Πατὴρ τὴν θείαν δόξαν, Ἰησοῦς τὴν βασιλείαν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, θαυμάτων ἐνέργειαν καὶ ἰαμάτων χάριν.

 

Θεοτοκίον.

 

Θελητὴν τοῦ ἐλέους, ὅν ἐγέννησας Μῆτερ νῦν  ἐκδυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, παθῶν τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Μουσικῶν ὀργάνων συμφωνούντων.

 

Ἀρετῶν ἀνέστης πρὸς τὸ ὕψος, καὶ τῆς ἀκροτάτης θεωρίας, τὴν ἔλλαμψιν καταπλουτοῦσα, κραυγάζεις εὐχαρίστως· τὸν Κύριον ὑμνεῖτε εἰς πάντας τοὺς αἰῶνας.

 

Ὑδωρ ζῶν ἐδείχθης ἀθλοφόρε, τοῖς πιστοῖς ποτίζουσα τὸ νάμα, τῆς χάριτος Ὑπομονή, ἀρδεύουσα τοὺς βοῶντας· τὸν Κύριον ὑμνεῖτε εἰς πάντας τοὺς αἰῶνας.

 

Μαρτυρίου κόνδυ ἐκποιοῦσα, τῶν εἰδώλων μέθην θριαμβεύεις, πρὸς σώφρονα τοὺς γηγενεῖς, σωφροσύνην ποτίζουσα τὸν Κύριον ὑμνεῖτε εἰς πάντας τοὺς αἰῶνας.

 

Θεοτοκίον.

 

Ἀκατάληπτος ὁ τρόπος τῆς λοχείας, ἀνερμήνευτος ὁ πλοῦτος τῆς ἀγνείας, Πανάμωμε Μῆτερ Θεοῦ, διὸ σὲ πᾶσα γλῶσσα, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.

 

Σήμερον ἄγει ἑορτήν, πᾶσα κτίσις ἐν τοῖς ἄθλοις σου ἔνδοξε, καὶ συγκαλεῖται αὐτῆς, πάντα τὰ τέκνα, αἶνον τῶν πάντων Θεόν, ἀναφωνοῦσα ψαλμικῶς Θεὸς ἐθαυμάστωσεν, τὰ μεγαλεῖα αὐτοῦ, ἐπὶ πάντας τοὺς ἁγίους ὡς γέγραπται.

 

Ὡράθης στύλος φωτεινός, καὶ λυχνία καταυγάζουσα ἅπαντα, τῆς γῆς τὰ πέρατα, ταῖς λαμπηδόσι τοῦ θείου Πνεύματος, ὅθεν λαμπάδας φαεινάς, ἐν χερσὶ κατέχουσα, εἰς βασιλείαν Θεοῦ, συνεισῆλθες ἐν χαρᾷ παναοίδιμε.

 

Θεοτοκίον.

 

Ὡς ὄρθρος φέρεις τὸν Χριστόν, ὡς αὐγὴ δικαιοσύνης τὸν ἥλιον, ἡμῖν ἀνέτειλας, φωτίζουσα πάντα τῆς γῆς τὰ πέρατα, παρθενομῆτορ Μαριάμ, πύλη ἐπουράνιε, ναὲ τοῦ ζῶντος Θεοῦ, κιβωτὲ νῦν καὶ λυχνία τῆς χάριτος.

 

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς.

 

Μεγαλομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ εὐωδία, Ὑπομονὴ ἀγλάϊσμα, ἀθλητῶν τοῦ Κυρίου, ἀνυμνοῦμεν σε πάντες, καὶ τοὺς θείους σου ἄθλους τιμῶμεν, σὺ γὰρ ἔσβεσας, πλάνην πᾶσαν δαιμόνων καρτερικῶς, καθελοῦσα πᾶσαν κακοπιστίαν, ὑπὲρ ἡμῶν οὖν πρέβευε, καὶ εἰρήνης τοῦ κόσμου.

 

Θεοτοκίον.

 

Θαῦμα φρικτὸν πανάμωμε, ὅτι τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα ὁμοούσιον Λόγον, γεγέννηκας ἀποῤῥήτως· ὅθεν σε Θεοτόκον, ὁμολογοῦμεν Δέσποινα, ἀληθῶς καὶ κυρίως, ὡς ἀληθῆ, τοῦ Θεοῦ Μητέρα· ὅν ἐκδυσώπει, αὐτὸν θεομακάριστε ὑπὲρ γένους ἀνθρώπων.

 

ΕΙΣ  ΤΟΥΣ  ΑΙΝΟΥΣ

 

 

Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

 

Πολυώδυνα βάσανα, ὑποστᾶσα ὑπέμεινας, καρτερῷ φρονήματι καὶ ἠρίστευσας, καὶ τὰ ἐχθροῦ πανουργεύματα, εἰς τέλος ἀνέτρεψας, καὶ τὴν πίστιν εἰς Χριστὸν, περιτρανῶς ἐκήρυξας καὶ κατηύφρανας, τῶν πιστῶν τὰς χορείας ἀθληφόρε, καὶ ἐδέξω τὸ βραβεῖον, Ὑπομονὴ παμμακάριστε.

 

Τὴν τοῦ Πνεύματος ἔλλαμψιν, δεξαμένη πανεύφημε, τὴν τοῦ κόσμου ἅπασαν ματαιότητα, ἀρνησαμένη κατέλειπας, Σταυρὸν γὰρ ἐπ’ ὤμων σου, καὶ μελῶν τὴν ἐκκοπήν, τῆς καμίνου τὴν φλόγωσιν σὺ ὑπέμεινας, τὴν ἁγίαν σου μνήμην χαρμοσύνως, ἐκτελοῦντες δυσωποῦμεν ὑπὲρ ἡμῶν ἀεὶ πρέσβευε.

 

Τῇ ἐλλάμψει τῆς χάριτος, φωτισθεῖσα πανεύφημε, τῶν εἰδώλων ἔλειπες τὰ σεβάσματα, βροτὸν νυμφίον ἀπέπτυσας, κατ’ ἴχνος ἐβάδισας, τοῦ Δεσπότου σου Χριστοῦ, Ὑπομονὴ ἀοίδιμε, καὶ νῦν πρέσβευε, καρτερίᾳ δοθῆναι τοῖς τιμῶσι, τὴν πανίερον σου μνήμην, κλέος μαρτύρων καὶ καύχημα.

 

Νυμφευθεῖσα ἐν Πνεύματι, τῷ Χριστῷ διὰ πίστεως, ὥσπερ προῖκα πάνσεμνε αὐτῷ προσήνεγκας, τῶν σῶν μελῶν τὴν ἀφαίρεσιν, πυρὸς τὴν κατάφλεξιν, φυλακὴν καὶ τὰ δεσμά, τὴν τοῦ αἵματος πρόσχυσιν καὶ τὸν θάνατον, ὡς θυσίαν εὐώδη τῷ Κυρίῳ, Ὑπομονὴ Μάρτυς Κυρίου, ὑπὲρ ἡμῶν ἱκετεύουσα.

 

Δόξα. Ἦχος πλ. δ΄.

 

Παρθενομάρτυς στεφηφόρε, Ὑπομονὴ πανένδοξε, σὺ τῷ Χριστῷ νυμφευθεῖσα, τὴν παροῦσαν παρεῖδες ματαιότητα· βασάνοις δε ἐτασθεῖσα ποικίλοις, οὐκ ἐνέδωσας, τῇ τῶν τυράννων ὠμότητι, ἔρωτι θείῳ φλεγομένῃ, τῶν ἀλγεινῶν ὑπέμεινας τὴν βίαν, καὶ τῆς ἐπωνύμου ὑπομονῆς, τοῖς πιστοῖς γέγονας ἀντίληψις· καὶ νῦν πρέσβευε ἀθληφόρε πανάριστε ὑπὲρ ἡμῶν τῶν τελούντων τὰ ἱερά σου μνημόσυνα.

 

Καὶ νῦν. Θεοτοκίον.

 

Τὰ οὐράνια, ὑμνεῖ σε, Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ὑμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστον σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δίστιχον.

 

Ὑπομονὴ σεμνὴ Παρθενομάρτυς

Ἰωσὴφ πρόσδεξαι τὴν ὑμνωδίαν.