Ο Εσπερινός της Αγάπης – Φωτογραφίες


15.05.2011

(Ἰω. κεφ. κ´ 19-25)

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου,
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Σοφία. Ὀρθοί.
Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

Πρόσχωμεν.

Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ
τῇ μιᾷ σαββάτων,
καὶ τῶν θυρῶν κεκλεισμένων
ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι
διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἦλθεν ὁ Ἰησοῦς
καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς·
Εἰρήνη ὑμῖν.

καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας
καὶ τὴν πλευρὰν αὐτοῦ.
ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.

εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν·
Εἰρήνη ὑμῖν.
καθὼς ἀπέσταλκέ με ὁ πατήρ,
κἀγὼ πέμπω ὑμᾶς.

καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς·
Λάβετε Πνεῦμα ἅγιον·

ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,
ἄν τινων κρατῆτε, κεκράτηνται.

Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος,
οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.

ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί·
Ἑωράκαμεν τὸν Κύριον.
ὁ δὲ εἶπεν αὐτοῖς·
Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ,
οὐ μὴ πιστεύσω.